Изображения страниц
PDF
EPUB

GREEK.

Examiner-MR. C. H. TAWNEY, M. A.

1. Translate

(You are invited to make brief notes whenever a word, a construction or an allusion seems to require it).

Ὡς ἄρα φωνήσασ ̓ ἡγήσατο Παλλὰς Αθήνη
καρπαλίμως· ὁ δ ̓ ἔπειτα μετ ̓ ἴχνια βαινε θεδιο.
τὸν δ ̓ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Αθήνη
εἴα ευπλόκαμος, δεινὴ θεός, ἥ ρα οἱ ἀχλὺν
θεσπεσίην κατέχευε φίλα φρονέουσ' ἐνὶ θυμῷ.
θαύμαζεν δ' Οδυσεύς λιμένας και νῆας είσας
αὐτῶν θ ̓ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ιδέσθαι.
ἀλλ ̓ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ' ἕκοντο,
τοῖσι δέ μύθων ἦρχε θεὰ γλαυκώπις Αθήνη.
οὗτος δὴ τοι, ξεινε πάτερ, δόμος, ὃν με κελεύεις
πεφραδέμεν· δήεις δε διοτρεφέας βασιλήας
δαίτην δαινυμένους, συ δ ̓ ἔσω κίε, μηδέ τι θυμῷ
τάρβει· θαρσαλέος γὰρ ἀνὴρ εν πᾶσιν ἀμείνων
ἔργοισιν τελέθει, ἐι καί ποθεν ἄλλοθεν ἔλθοι.
δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·
Αρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
τῶν αὐτῶν, οἱ περ τέκον ̓Αλκίνοον βασιλῆα.

[merged small][merged small][merged small][merged small][merged small][ocr errors]

ὅσοις διδακτὸν μηδὲν, ἀλλ' ἐν τῇ φύσει
τὸ σωφρονειν ἔιληχεν ἐς τὰ πάνθ' ὁμῶς,
τούτοις δρέπεσθαι, τοις κακοισι δ' ου θέμις.
ἀλλ ̓, ὦ φίλη δέσποινα, χρυσέας κόμης
ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
μόνῳ γὰρ ἐστι τοῦτ' ἐμοὶ γέρας βροτῶν·
σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
κλύων μὲν αὐλὴν, ὄμμα δ' ουχ ὁρῶν τὸ σὸν.
τέλος δὲ κάμψαιμ' ὥσπερ ἠρξάμην βίου.

Euripidis Hippolytus Coronifer.

(β) Λόγῳ μεν ἐξήκουσ', ὄπωπα δ' ου μάλα,
τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς
Ιξίον ̓ ἀν' ἄμπυκα δὴ δρομάδ ̓ ὡς ἔβαλ' ὁ
παγκρατὴς Κρόνου παῖς·

ἄλλον δ' οὔτιν ̓ ἔγωγ ̓ οἶδα κλύων,
οὐδ ̓ ἐσίδον μοίρᾳ

τοῦδ' ἐχθίονι συντυχόντα θνατῶν,
ὃς οὔτ ̓ ἔρξας τίν ̓ οὔτε νοσφίσας
ἀλλ ̓ ἴσος εἶν ἴσοις ἀνήρ,
ὤλλυθ ̓ ὧδ' ἀναξίως,

τόδε θαυμ ̓ ἔχει με

πῶς ποτέ, πῶς πότ' ἀμφιπλήκτων

ῥοθίων μόνος κλύων, πῶς

ἄρα πανδάκρυτον οὕτω

βιοτὰν κατέσχεν·

ἵν ̓ αὐτὸς ἦν πρόσουρος, ουκ ἔχων βάσιν,

οὐδέ τιν ̓ ἐγχώρων κακογείτονα,

παρ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτ ̓ ἀποκλαύ

σειεν αἱματηρὸν

οὐδ ̓ ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἐλκέων

ἐνθήρου ποδὸς ἠπίοισι φύλλοις

κατευνάσειεν, εἰ τις ἐμπέσοι,

φορβάδος ἔκ τε γᾶς ἑλειν'

εἶρπε δ' ἄλλοτ ̓ ἄλλοσε,

τότ ̓ ἂν ἐλυόμενος,

παῖς ἄτερ ὡς φίλας τιθήνας, ὅθεν ἐυμάρει' ὑπάρχοι,

πόρον, ἀνίκ' ἐξανείη
δακέθυμος ἄτα.

Sophoclis Philoctetes.

3. Discuss the origin of the Greek Drama, and trace its gradual development from the time of Thespis to the death of Sophocles.

4. Give the meaning of the words θυμέλη, θεολογείον, θεωρικὸν, περιπέτεια, κομμός.

GREEK.

Examiner-MR. C. H. TAWNEY, M. A.

(You are invited to make brief notes, whenever a word, a construction or an allusion seems to require it).

1. Translate. Πρὸς ταῦτα Δημάρητος λέγει· “ ὦ βασιλέν, ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθήΐῃ χρεώμενος ου φίλα τοι ἐρέω· σὺ δὲ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους, ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι· καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους αὐτὸς μάλιστα ἐξεπίστεαι, οἵ με τιμὴν τε καὶ γέρεα ἀπελόμενοι πατρώϊα ἄπολίν τε καὶ φυγάδα πεποιήκασι, πατὴρ δὲ σὺς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον δέδωκε· οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθεέσθαι, αλλὰ στέργειν μάλιστα. ἐγώ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι διός τε εἶναι μάχεσθαι, οὔτε δυδισι· ἑκών τε εἶναι οὐδ' ἂν μουνομαχέοιμι· εἰ δὲ ἀναγκαίη εἰὴ ἢ μέγας τις ὁ ἐποτρύνων ἀγὼν, μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν, δὶ Ελλήνων ἕκαστός φησι τριῶν ἄξιος εἶναι· ὡς δὲ καὶ Λακεδαιμόνιοι, κατὰ μὲν ἕνα μαχεόμενοι, οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν, ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων· ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ελεύθεροί εἰσι· ἔπεστι γάρ σφι δεσπότης νόμος, τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον ἢ οἱ σοὶ σέ· ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ· ἀνώγει δὲ τὠυτὸ αἰεὶ, οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης ἀλλὰ μένοντας ἐν τῇ τάξει ἐπικρατέειν ἢ ἀπόλλυσθαι, σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν, τἄλλα σιγᾶν ἐθέλω τὸ λοιπὸν, νῦν δὲ ἀναγκασθεὶς ἔλεξα· γένοιτο μέντοι κατὰ νόον τοι βασιλεῦ”. Herodotus VII.

Give the Attic forms of the underlined words.

2. Translate-Ἦν δὲ τοῦτο εὐπρεπὲς πρὸς τοὺς πλείους, ἐπεὶ ἕξειν γε τὴν πόλιν οἵπερ καὶ μεθιστάναι, ἔμελλον. δῆμος μέντοι ὅμως ἔτι καὶ βουλὴ ἡ ἀπὸ τοῦ κυάμου ξυνελέγετο· ἐβούλευον δέ οὐδὲν ὅ τι μὴ τοις ξυνεστῶσι δοκοίη, ἀλλὰ καὶ οἱ λέγοντες ἐκ τούτων ἦσαν, καὶ τὰ ρηθησόμενα πρότερον αὐτοις προΰσκεπτο· ἀντέλεγέ τε οὐδεὶς ἔτι τῶν ἄλλων δεδιὼς καὶ ὁρῶν πολὺ τὸ . ξυνεστηκός· ἐι δέ τις καὶ ἀντείποι, εὐθὺς ἐκ τρόπου τινὸς ἐπιτηδείου ἐτεθνήκει· καὶ τῶν δρασάντων οὔτε ζήτησις, οὔτ', ει ὑποπτεύοιντο δικαίωσις ἐγίγνετο, ἀλλ' ἡσυχίαν εἶχεν ὁ δῆμος καὶ κατάπληξιν τοιαύτην, ὥστε κέρδος ὁ μὴ πάσχων τι βίαιον, εἰ καὶ σιγώη, ἐνόμιζε. καί τὸ ξυνεστηκὸς πολὺ πλεόν ἡγούμενοι εἶναι ἢ ὅσον ἐτύγχανεν ὂν, ἡσσῶντο ταις γνώμαις, καὶ ἐξευρεῖν αὐτὸ ἀδύνατοι ὄντες διὰ τὸ μέγεθος τῆς πόλεως καὶ διὰ τὴν ἀλλήλων ἀγνωσίαν οὐκ εἶχον. κατὰ δὲ τὸ αὐτὸ τοῦτο καὶ προσοδοφύρασθαί τινι ἀγανακτήσαντα ὥστε ἀμύνασθαι ἐπιβουλεύσαντα, ἀδύνατον ἦν· ἢ γὰρ ἀγνῶτα ἂν εὗρεν ᾧ ἐρεῖ ἡ γνώριμον ἄπιστον. ἀλλήλοις γὰρ ἅπαντες ὑπόπτως προσῄεσαν δι τοῦ δήμου, ὡς μετέχοντά τινα τῶν γιγνομένων. ἐνῆσαν γάρ καὶ οὓς οὐκ ἂν ποτέ τις ᾤετο ἐς ὀλιγαρχίαν τραπέσθαι· και τὸ ἄπιστον οὗτοι μέγιστον πρὸς τοὺς πολλοὺς ἐποίησαν καὶ πλειστα εἰς τὴν τῶν ὀλίγων ἀσφάλειαν ὠφέλησαν, βέβαιον τὴν ἀπιστίαν τῷ δήμῳ πρὸς εαυτὸν καταστήσαντες.

Thucydides, VIII.

Give some account of the historical event to which the above passage refers.

3. Translate into Attic Prose

First, permit me to observe, that the use of force alone is but temporary. It may subdue for a moment; but it does not remove the necessity of subduing again; and a nation is not conquered, which is perpetually to be conquered. My next objection is its uncertainty. Terror is not always the effect of force, and an armament is not a victory. If you do not succeed you are without resource; for conciliation failing, force remains; but force failing, no further hope of reconciliation is left.

Burke.

GREEK.

Examiner MR. C. H. TAWNEY, M. A.

1. Translate (with brief notes)—

Πρὸς δὲ τοις Σκιάποσιν λί

μνη τις ἔστ ̓ ἄλουτος οὗ ψυχαγωγεί Σωκράτης· ἔνθα καὶ Πείσανδρος ἦλθε δεόμενος ψυχὴν ἰδεῖν, ἢ

ζῶντ' ἐκεῖνον προὔλιπε

σφάγι ' ἔχων κάμηλον ἀ-
μνον τιν', ἧς λαιμούς τεμὼν,
ὥσπερ οὑδυσσεὺς ἀπῆλθε,
κατ' ἀνῆλθ ̓ αὐτῷ κάτωθεν

πρὸς τὸ λαῖγμα τῆς καμήλου

Χαιρεφῶν ἡ νυκτερίς·

Aristophanis Aves.

Give some account of the persons here mentioned.

2. Translate

Ενδοι Πραξινόα ;

ΓΟΡΓΩ.

ΠΡΑΞΙΝΟΑ.

Γοργοι φίλα, ὡς χρόνῳ· ἐνδοι.

θαῦμ ̓ ὅτι και νῦν ἦλθες· ὅρη δίφρον, Εὐνόα, αυτῇ. ἔμβαλε καὶ ποτίκρανον.

[blocks in formation]

ὢ τᾶς ἀλεμάτω ψυχᾶς ! μόλις ἔμμιν ἐσώθην
Πραξινόα, πολλῶ μὲν ὄχλω πολλῶν δὲ τεθρίππων.
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
ὁ δ' ὁδὸς ἄτρυτος· τὺ δ' ἑκαστέρω, ὦ ἔμ', ἀποικεις.

ΠΡΑΞΙΝΟΑ.

ταῦθ' ὁ πάραρος τῆνος· ἐπ ̓ ἐσχατα γᾶς ἔλαβ' ἐνθών

ἐλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες

ἀλλάλαις, ποτ' ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.

« ПредыдущаяПродолжить »